Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.80 Joseph. AJ 3.85 (English) >>Joseph. AJ 3.88

3.83

Οὕτως δʼ αὐτῶν διακειμένων ἐπιφαίνεται Μωυσῆς γαῦρός τε καὶ μέγα φρονῶν. ὀφθείς τε οὖν αὐτὸς ἀπαλλάσσει τοῦ δέους αὐτοὺς καὶ περὶ τῶν μελλόντων κρείττονας ὑπετίθετο τὰς ἐλπίδας, αἴθριός τε καὶ καθαρὸς ἀὴρ τῶν πρὸ ὀλίγου παθῶν ἦν Μωυσέος παραγεγονότος. 3.84ἐπὶ τούτοις οὖν συγκαλεῖ τὸ πλῆθος εἰς ἐκκλησίαν ἀκουσόμενον ὧν θεὸς εἴποι πρὸς αὐτόν, καὶ συναθροισθέντων στὰς ἐπὶ ὑψηλοῦ τινος, ὅθεν ἔμελλον πάντες ἀκούσεσθαι, “ μὲν θεός, εἶπεν, Ἑβραῖοι, καθάπερ καὶ πρότερον εὐμενὴς προσεδέξατό με καὶ βίον τε ὑμῖν εὐδαίμονα καὶ πολιτείας κόσμον ὑπαγορεύσας πάρεστι καὶ αὐτὸς εἰς τὸ στρατόπεδον. 3.85πρὸς γοῦν αὐτοῦ καὶ τῶν ἔργων, διʼ ἐκεῖνον ἡμῖν ἤδη πέπρακται, μὴ καταφρονήσητε τῶν λεγομένων εἰς ἐμὲ τὸν λέγοντα ἀφορῶντες μηδʼ ὅτι γλῶττα ἀνθρωπίνη πρὸς ὑμᾶς λέγει· τὴν δʼ ἀρετὴν αὐτῶν κατανοήσαντες ἐπιγνώσεσθε καὶ τὸ μέγεθος τοῦ νενοηκότος καὶ ἐπὶ συμφέροντι τῷ ὑμετέρῳ πρὸς ἐμὲ μὴ φθονήσαντος εἰπεῖν· 3.86οὐ γὰρ Μωυσῆς Ἀμαράμου καὶ Ἰωχαβάδης υἱός, ἀλλʼ τὸν Νεῖλον ἀναγκάσας ᾑματωμένον ὑπὲρ ὑμῶν ῥυῆναι καὶ ποικίλοις δαμάσας κακοῖς τὸ τῶν Αἰγυπτίων φρόνημα, διὰ θαλάσσης ὁδὸν ὑμῖν παρασχών, καὶ τροφὴν ἐξ οὐρανοῦ μηχανησάμενος ἐλθεῖν ἀπορουμένοις,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.80 Joseph. AJ 3.85 (English) >>Joseph. AJ 3.88

Powered by PhiloLogic